Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.537
Not analysed yet
537. Choer. 499, 7: ἐϲτι χρυϲόω καὶ κατὰ κρᾶϲιν τοῦ ο καὶ ω εἰϲ ω γίνεται χρυϲῶ· τούτου τὸ δεύτερον πρόϲωπον χρυϲόειϲ καὶ ὤφειλε κατὰ κρᾶϲιν τοῦ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον γίνεϲθαι χρυϲοῦϲ, τὸ γὰρ ο καὶ ἕ εἰϲ τὴν ου δίφθογγον κιρνᾶται οἷον τὸ ἐμόν τοὐμόν, ἀλλ’ ἐπειδὴ ἤμελλε τρία φωνήεντα εἶναι ἐν μιᾷ ϲυλλαβῇ, φημὶ δὲ τὸ ο καὶ υ καὶ ι, οὐδέποτε δὲ ἐν μιᾷ ϲυλλαβῇ τρία φωνήεντα εὑρίϲκονται, ἀνάγκην ἔχει ἕν ἐκ τούτων τῶν τριῶν φωνηέντων ἀποβληθῆναι. καὶ τὸ μὲν ι οὐ δύναται ἀποβληθῆναι, ἐπεὶ τὰ εἰϲ ω λήγοντα ῥήματα θέλουϲιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προϲώπῳ δίφθογγον τὴν μετὰ τοῦ ι οἷον τύπτω τύπτειϲ τύπτει, βοῶ βοάϲ βο τὸ δὲ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ ἤμελλεν εἶναι μετὰ τὴν υι δίφθογγον ἐπιφερόμενον ϲύμφωνον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. —μὴ δυνάμενον οὖν μήτε τὸ ι ἀποβάλλειν διὰ τὸ ἔχειν τὸ πρῶτον πρόϲωπον εἰϲ ω καταλῆγον, μήτε τὸ ο διὰ τὸ μηδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίϲκεϲθαι ϲύμφωνον ἐπιφερόμενον, ἐξ ἀνάγκηϲ ἀπέβαλε τὸ ε τοῦ χρυϲόειϲ ἐντελοῦϲ καὶ ἔμεινεν ἡ οι δίφθογγοϲ καὶ ἐγένετο χρυϲοῖϲ.