Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.538
Not analysed yet
538. Choer. 799, 20: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὰ μὲν ὑποτακτικὰ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων διὰ τοῦ η καὶ ι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον ὁμοίωϲ τοῖϲ βαρυτόνοιϲ οἶον ἐὰν ποιῶ ἐὰν ποιῇϲ ἐὰν ποιῇ ὥϲπερ ἐὰν τύπτω ἐὰν τύπτῃϲ ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆϲ δευτέραϲ καὶ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον διὰ τοῦ η καὶ. ι, ἀλλ’ ὁμοφωνοῦϲι τοῖϲ ἰδίοιϲ ὁριϲτικοῖϲ οἷον βοῶ βοάϲ βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾶϲ ἐὰν βοᾶ, χρυϲῶ χρυϲοῖϲ χρυϲοῖ, ἐὰν χρυϲῶ ἐὰν χρυϲοῖϲ ἐὰν χρυϲοῖ. ἔϲτιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένετο τὰ ὑποτακτικὰ τῶν τριῶν ϲυζυγιῶν τῶν περιϲπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόϲωπον διὰ τοῦ η καὶ ι ὁμοίωϲ τοῖϲ βαρυτόνοιϲ οἷον ἐὰν ποιῶ ἐὰν ποιῇϲ ἐὰν ποι, ἐὰν βοῶ ἐὰν βοῇϲ ἐὰν βοῇ, ἐὰν χρυϲῶ ἐὰν χρυϲῇϲ ἐὰν χρυϲῇ ὥϲπερ ἐὰν τύπτω ἐὰν τύπτῃϲ ἐὰν τύπτῃ, ϲύγχυϲιϲ ἤμελλεν εἷναι καὶ οὐδεμία διάκριϲιϲ τῶν ϲυζυγιῶν ἐν τοῖϲ ὑποτακτικοῖϲ.