Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.539a
Not analysed yet
539a. Il. P. 390: ἐχρῆν μὲν διὰ τὸ κλιτύαϲ οὐρῆαϲ (οὐρείαϲ̣) περιϲπᾶϲθαι τὸ κλιτῦϲ, ἀνεγνώϲθη δὲ κατ’ ὀξεῖαν τάϲιν ἐν ἐγκλίϲει, ὁμοίωϲ τῷ «κνημῖδαϲ ῥαπτὰϲ δέδετο, γραπτὺϲ ἀλεείνων »(Od. ω 229). ϲχόλιον· ἐν μέντοι τῇ Ὀδυϲϲειακῇ προϲῳδίᾳ φανερῶϲ τὸ γραπτῦϲ περιϲπ καί φηϲιν ὅτι εἴη εἰρηκὼϲ ὡϲ καὶ τὸ κλιτῦϲ δεῖ περιϲπᾶϲθαι. ἀμφίβολοϲ οὖν ἐφ’ ἑκατέρων ὁ τόνοϲ· εἰ γὰρ τοῖϲ ἐνταῦθα εἰρημένοιϲ πειϲθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοιϲ, τοῦτο πάλιν ἀντίκειται.