Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.539b
Not analysed yet
539b. II. pr. 665: τῇ δεκάτῃ τέ κε θάπτοιμεν δαινῦτό τε λαόϲ: προπεριϲπαϲτέον, ὡϲ καὶ Φιλοξένῳ δοκεῖ, ἴν’ ῇ ἐκ τοῦ δαινύατο (ϲ 248) ϲυναλοιφή, ὡϲ πυθοίατο (Α 257). ὡϲ οὖν τοὺϲ νέκυαϲ νέκυϲ ἔφη, καὶ. τὸ δαινύατο δαινῦτο, οὕτωϲ ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάϲτου (Od. ϲ 237 ἡ οὐδὲν δὲ θαυμαϲτὸν εἰ πληθυντικόν ἐϲτι τὸ δαινῦτο καὶ τὸ λαόϲ ἑνικόν. τῷ γὰρ ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο ὁμοίωϲ τῷ ἀγρόμενοι πᾶϲ δῆμοϲ» (ΙΙ. 166) Φιλοξένῳ δὲ ἀρέϲκει ἐν τοῖϲ εἰϲ μι λήγουϲι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθωϲ κεκλιμένον.