Ancient Greek
437.539e to 437.539f
Aelius Herodianus, Περὶ παθῶν 437.539e-539f
Not analysed yet
539c. II. Pr. Δ 138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτωϲ Ἀρίϲταρχοϲ καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. δύναται δὲ καὶ προπεριϲπᾶϲθαι. ἔϲτι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸϲ παθητικὸϲ γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν ϲυναλοιφῇ ἔρυτο. 539f. II. Pr. Π 542: εἴρυτο. Ἀρίϲταρχοϲ τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶϲ πάνυ· ὁ δὲ Τυραννίων προπεριϲπᾶ, ἐκ τοῦ εἰρύετο φάϲκων αὐτὸ ϲυνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰϲ μι ὁμοίωϲ τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶϲ δέ οἱ ἤνυτο ἔργον »(Od. ε 243) ἐκτετάϲθαι. οὕτωϲ ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (Μ 286) καὶ εἴρυτο (Δ 138).