Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.539g
Not analysed yet
539g. II. Pr. Ω 1: λυτο: εἰ μὲν μέϲοϲ δεύτεροϲ ἀόριϲτόϲ ἐϲτιν ἀπὸ τῶν εἰϲ μι, ὥϲπερ ἤδη ἐπίϲταται λέγων «νῦν δὲ λύμην τρὶϲ τόϲϲα πορών »(II. Φ 80) καὶ τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα »(δ 703 et υ 92), ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐκ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε »(0 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο.