Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543a
Not analysed yet
543a. II. Pr. Α 464: μῆρ’ ἐκάη: Πτολεμαῖοϲ τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίϲταρχοϲ δὲ οὕτωϲ· δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρεϲ, ἐκθλίψεωϲ γενομένηϲ τοῦ α, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐντελεϲτέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα» (40) τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάϲϲειν τὸ ῥῆμα καὶ ϲυνάρχεϲθαι τῷ ἐνεϲτῶτι.