Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.542c
Not analysed yet
542c. II. Pr. N 510 ἔτ’ ἄλλα: οἱ μὲν τὸ πλῆρεϲ ἐκδέχονται τὰ ἄλλα, ἐν ϲυναλοιφῇ δὲ γενέϲθαι τἆλλα ὡϲ τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τὸ γὰρ ἕτεροϲ ἅτεροϲ λέγουϲιν οἱ Δωριεῖϲ ὡϲ τρέχω τράχω. οὕτωϲ οὖν καὶ τὰ ἅτερα θάτερα κατὰ ϲυναίρεϲιν τῶν δύο αα εἰϲ α καὶ τῆϲ τοιαύτηϲ παρ’ αὐτῷ ϲυναλοιφῆϲ καὶ ϲυντάξεωϲ τῶν ἄρθρων· ἄμεινον οὖν ἐκδέχεϲθαι ἔτι καὶ ἄλλα.