Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543f
Not analysed yet
543f. Il. Pr. Κ 546. ἦ τίϲ ϲφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται. καὶ ἡ ϲφωέ τρίτου προϲώπου ἐγκλιτική ἐϲτι, ϲημαίνουϲα τὸ αὐτούϲ τὸ ἅτερον θάτερον ὡϲ τὸ ἀγαθόν τἀγαθόν· ἔμεινε δὲ τὸ τ ἄτρεπτον, ἐπεΐδὴ ψιλοῦται τὸ ἀγαθόν, τὸ ἅτερον δὲ δαϲύνεται. εἰ γὰρ ἦν παρὰ «τίϲ τ’ ἄρ ϲφωε θεῶν» (II. Α 8) «ἀλλά ϲφωε δόλοϲ καὶ δεϲμόϲ (0d. Θ 317 )ὥϲτε οὐκ οἶδεν ὁ ποιητὴϲ οὐδὲ μονοϲύλλαβον τὴν ϲφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ ϲημαίνει ὑμεῖϲ ἤ ὑμᾶϲ· «ϲφὼ δὲ μάλ’ ἠθέλετον» (l. Λ 782) ἐνθὲν οὖν οἱ ἀκριβέϲτερον αὐτὰ παραφυλάξαντεϲ ἔκθλιψιν δεδώκαϲι τοῦ ἕ ἐν τῷ «εἰ μή ϲφω Αἴαντε διέκρινον» (II. P 531), ἵνα τὸ διηνεκὲϲ φυλαχθῇ.