Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.534g
Not analysed yet
534g. II. Pr. Z 465: πρίν γ’ ἔτι: Διονύϲιοϲ ὁ Ϲιδώνιοϲ τόν γέ ἐκ πλήρουϲ ποιεῖ. οὕτωϲ καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖϲθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον ϲυνέβη ταῦτα τῇ Ἀνδρομάχα. ἔϲτιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίωϲ τῷ ἤ νύ τοι οὔτι μέλει Τρώων πόνοϲ (II. X 11), καὶ «μήτι φόβον δ’ ἀγόρευε »(II. Ε 252), καὶ «μή τί μευ ἠΰτε παιδόϲ (II. 235). οὐχ ὑγιῶϲ οὖν ὁ Πτολεμαῖοϲ οἴεται ϲυναλοιφὴν εἶναι.