Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543h
Not analysed yet
543h. II. Pr. Ω 318: ἐϋκλήιϲ ἀραρυῖα. Ἀρίϲταρχοϲ ἐϋκλήιϲ ὡϲ ἐϋκνήμιϲ, ϲύνθετον ποιῶν τὴν λέξιν, οὕτωϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ. εἰϲὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖϲ’ ἀραρυῖα »,οἷϲ ϲυγκατατίθεται καὶ ὁ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶϲ ἀκούειν καὶ μὴ πάθοϲ ἐκδέχεϲθαι πληθυντικῆϲ δοτικῆϲ, λέγω δὲ τὸ τῆϲ ἐκθλίψεωϲ. ὃ δέ φημι, τοιοῦτόν ἐϲτιν, ὡϲ ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆϲ δοτικῆϲ παρὰ τῷ ποιητῇ καὶ ἑνικῆϲ ὑπαρχούϲηϲ καὶ πληθυντικῆϲ «κερκίδ’ ὕφαινε» (Od. ε 62), «χέρϲ’ ἐρέται (Od. ν 115), καὶ «νήεϲϲ’ ἡγήϲατ’ Ἀχαιῶν »(II. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰϲ ιϲ ἐκτεταμένων θηλυκῶν.