Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543k
Not analysed yet
543k. II. Pr. 1 279. ὃϲ ἐνθάδε γ’ ἐτραφ’ ἄριϲτοϲ: παροξυτονητέον· τὸ γὰρ τέλειόν ἐϲτιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ Ἡρωδιανὸϲ ἐν τῇ ἀρχῇ τῆϲ Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ διχθάδι’ ἢ μεθ’ ὅμιλον ». καὶ λέγει, ὅτι ϲυναλοιφὴν πέπονθε διὰ τοῦ η· δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃϲ ἐνθάδε, εἶτα ἐτράφη ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ, ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ καὶ προπαροξύνοντεϲ. τὸ ἕτερον θοὔτερον ἂν ἦν ὡϲ τὸ ἔλαιον τοὔλαιον. διὸ καὶ οὐ λέγεται θάτεροϲ ἐπὶ ἀρϲενικοῦ ὀνόματοϲ, ἀλλ’ ἅτεροϲ.