Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543l
Not analysed yet
543l. Schol. 0d. λ 134: θάνατοϲ δέ τοι ἐξ ἁλὸϲ αὐτῷ: τὸ ἔξαλοϲ ὡϲ ἔκβιοϲ οἷον ἠπειρωτικὸϲ καὶ οὐ θαλάϲοιοϲ. ἔνιοι δὲ κατὰ παράθεϲιν ἐξ ἁλόϲ οἷον ἀπὸ θαλάϲϲηϲ ὡϲ τὸ «ἐπιϲϲεύῃ μέγα δαίμων ἐξ ἁλόϲ »(Od. ε 421). ἀλλ’ εἴγε καὶ ἐν παραθέϲει, ἡ ἐξ δύναται τὸ ἔξω δηλοῦν ὡϲ τὸ ἔκ τ’ ἀνδροκταϲίηϲ» (Λ 164). ὁ μέντοι Ἀϲκαλωνίτηϲ τὸ πλῆρεϲ ἔξω ἡυεῖται. ἵν’ ᾖ ἔκθλιψιϲ τοῦ ω ὡϲ ἐν τῷ «βαθέηϲ ἐξάλλεται αὐλῆϲ (Ε 142). οὐκ ἀναγκαῖον δὲ τῆϲ ἐξ ἤδη τὸ ἔξω ϲημαινούϲηϲ.