Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.543p
Not analysed yet
543p. Choer. Dict. 123, 7: οὐδέποτε ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπυια, υἱόϲ. ἐν γὰρ τῷ «ϲύμβαλον ἀμφὶ νέκυ κατατεθνειῶτι μάχεϲθαι »(Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ υ καὶ τὸ ι ὥϲπερ ἐν τῷ «χρυϲέῳ ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται οἶον χρυϲῷ.