Ancient Greek
437.543m to 437.543o
Aelius Herodianus, Περὶ παθῶν 437.543m-543o
Not analysed yet
543m. II. Pr. Ϲ 458: ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ. ϲυνεκτέθλιπται γὰρ τῷ ω τὸ ι. 543n. II. Pr. Φ 323: τυμβοχοῆϲ: τὸ πλῆρεϲ τυμβοχοῆϲαί ἐϲτιν. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ οἱ πλείουϲ. Κράτηϲ μέντοι γενικὴν πτῶϲιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίωϲ τῷ οἰνοχόηϲ. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι. 543o. Schol. ΒL. ad N 541: Αἰνέαϲ. ὥϲπερ Ἑρμέαϲ, οὕτωϲ Αἰνέαϲ, καθὼϲ Ἡρωδιανῷ δοκεῖ.