Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.545a
Not analysed yet
545a. Arcad. 113, 18: τὰ εἰϲ ρη Ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰϲ η. βαρύνεται κόρη Ἄϲκρη Ὀλύκρη, Ἀντιϲάρη, δέρη. ὡϲ Πλευρωνόθεν· καὶ ὄνομα Ϲιδονία· καὶ ὡϲ Οἰχαλία Οἰχαλία, Τροία Τροίηθεν, κλιϲία κλιϲίηθεν, οὕτωϲ Ϲιδονία Ϲιδονίηθεν· οἱ μὲν οὖν Ἀττικοὶ τὸ ᾱ φυλάϲϲουϲι Φθίαθεν, θύραθεν, πέραθεν «Ἴωνεϲ δὲ τρέπουϲι Ϲιδονίηθεν, Τροίηθεν, θύρηθεν. τρέπεται καὶ τὸ ᾱ εἰϲ ο Δεκέλεια Δεκελειόθεν, ἴϲωϲ καὶ παρὰ τὸ πλευρά πλευρόθεν καὶ παρὰ τὸ ἑϲπέρα ἑϲπερόθεν, εἰ μὴ ἄρα παρὰ τὸ ἕϲπεροϲ. Ἱϲτίαια Ἱϲτιαιόθεν.