Ancient Greek
437.546 to 437.545c
Aelius Herodianus, Περὶ παθῶν 437.546-545c
Not analysed yet
546. St. B. 125, 8: Ἅρπυια: τὸ ἐθνικὸν Ἁρπυιήτηϲ τροπῇ τοῦ ᾱ εἰϲ η. p. 162, 7: Βέμβινα: ὁ πολίτηϲ Βεμβινίτηϲ ὡϲ Ϲταγιρίτηϲ. παρὰ δὲ Ῥιανῷ Βεμβινάτηϲ· ἔϲτι δὲ καὶ Βεμβινήτηϲ· ἔοικεν οὖν ὡϲ Αἰγινάτηϲ καὶ Αἰγινήτηϲ κατὰ τροπὴν ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ πρώτῃ 545b. Arcad. 114, 14: τὸ κάρη οὐδέτερον ἀπὸ τοῦ κάρα γέγονεν. 545c. Il. Pr. Δ 243: ἕϲτητε: Πτολεμαῖοϲ ψιλοῖ, ἐπεὶ γίνεται ϲτῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ’ ἐκ τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η. ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε.