Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.545d
Not analysed yet
545d. Il. Pr. Ξ 351: ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ παροξύνειν τὸ ἑερϲαι ὁμοίωϲ τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρϲη ἐϲτί «μή μ’ ἄμυδιϲ ϲτίβη τε κακὴ καὶ θῆλυϲ ἑέρϲη» (Od. ε 467), τὰ δὲ εἰϲ η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτωϲ εἰ ἑέρϲη, ἑέρϲαι· ἠλιθίωϲ πάνυ. οὐ γὰρ ἐνόηϲεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ ᾱ εἰϲ η πρὸ τέλουϲ ἔϲχε τὸν τόνον, ὁμοίωϲ τῷ ἄελλα ἀέλλη, οὕτωϲ ἕερϲα καὶ ἑέρϲη. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέϲεωϲ ἔχεται, ἀπολήψεται τοῦ ἕερϲα προπαροξυνομένου τὸν τόνον. «δέρμα τε θήρειον Βεμβινήταο λέοντοϲ» καὶ ἄλλωϲ «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντοϲ».