Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.561a
Not analysed yet
561a. E. M. 149, 41: ἧπαρ ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ παρὰ τὸ ἐπαίρεϲθαί φηϲιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰϲ η ἢ παρὰ τὸ ἥδω ἦδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆϲ ἡδονῆϲ καὶ τὸ τῆϲ ἐπιθυμίαϲ. καὶ «δείκελον Ἰφιγόνηϲ» παρὰ Παρθενίῳ· ὥϲπερ παρὰ τὸ πέμπω πέμπελοϲ (ϲημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα), οὕτω καὶ ἀπὸ τοῦ δείκω τὸ δεικνύω γίνεται δείκελοϲ καὶ ἐκτάϲει τοῦ ε εἰϲ η δείκηλον τὸ ἴνδαλμα. Ἐπαφρόδιτοϲ δὲ λείπειν τὸ ῑ φηϲὶ κατ’ ἀρχὰϲ ἰδείκελον τὸ τὴν ἰδίαν ἑκάϲτου ἐμφαῖνον ὁμοιότητα.