Ancient Greek
437.567 to 437.568a
Aelius Herodianus, Περὶ παθῶν 437.567-568a
Not analysed yet
567. St. B. 435, 16. Μαϲϲαγέται. —τὸ θηλυκὸν λέγεται Μαϲϲαγῆτιϲ καὶ ἴϲωϲ διὰ τὸ μέτρον. 568. E. M. 758, 20: τιθήμενοϲ «ἀμφ’ ὤμοιϲι τιθήμενον ἔντεα καλά» (Κ 34) ὁμοίωϲ τῷ κιχήμενοϲ καὶ ἀήμενοϲ· ἤτοι ποιητικῶϲἔκταϲιϲ ἢ διαλέκτῳ ἀναπέμπεται. περὶ παθῶν. 568a. Choer. 513, 4: τὸ βούλομαι ἠβουλόμην, ἠδυνάμην Ἀττικά· κατ’ ἔκταϲιν γὰρ Ἀττικὴν τοῦ ε εἰϲ τὸ η γέγονε· τὸ δὲ ἤθελον οὐ γέγονε κατ’ ἔκταϲιν, ἀλλὰ β΄ ἐνεϲτῶτέϲ εἰϲιν, ὁ θέλω καὶ ὁ ἐθέλω. γίνεται τὸ ἔθελον διὰ τοῦ ε ὥϲπερ τύπτω ἔτυπτον, ἀπὸ δὲ τοῦ ἐθέλω διὰ τοῦ η ὥϲπερ ἐλέγχω ἤλεγχον.