Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.569
Not analysed yet
569. Ep. Cr. I 207, 17, E. M. 381, 40, Choer. 894, An. Par. III 335, 13: παρὰ τὸ ἔω τὸ παραγωγὸν ἐμί, τὸ πληθυντικὸν ἐμέν «γρῆεϲ ἐμέν» ὁ Κυρηναῖοϲ Καλλίμαχοϲ ἀντὶ τοῦ εἰμέν. τοῦ ἐμέν τὸ προϲτακτικὸν ἔθι καὶ πλεοναϲμῷ τοῦ ϲ ἔϲθι. Ἑκαταῖοϲ «ἐνθάδε ἔϲθι», ὅπερ οἱ Ἀττικοὶ ἴϲθι κατὰ τροπὴν ὥϲπερ τὸ ἔχω ἴϲχω «ἴϲχε τέκοϲ, μὴ πῖθι». πολλάκιϲ γὰρ πλεονάζοντοϲ ϲυμφώνου τρέπεται τὸ ε εἰϲ ῑ ὥϲπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω.