Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.569a
Not analysed yet
569a. E. M. 342, 48: ἐνίπτω· παρὰ τὸ ἐνέπω τὸ λέγω κατ᾿ ἐπένθεϲιν τοῦ τ καὶ τροπῇ τοῦ ε εἰϲ ῑ· τὸ γὰρ ε, ἡνίκα πλεονάϲῃ ϲύμφωνον, τρέπεται εἰϲ ῑ, ἐνέπω ἐνίπτω· «μή με, γύναι, χαλεποῖϲιν ὀνείδεϲι θυμὸν ἔνιπτε» (Γ 438). —«εἰ μέν τιϲ τὸν ὄνειρον Ἀχαιῶν ἄλλοϲ ἔνιϲπεν» ἀντὶ τοῦ εἶπεν ἢ ἔλεγεν Ἰλιάδοϲ Β (80) ἀπὸ τοῦ ἐνέπω καὶ πλεοναϲμῷ καὶ τροπῇ, ἐξ οὗ καὶ ῥῆμα περιϲπώμενον ἐνιϲπῶ ἐνιϲπήϲω, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἤνιϲπον καὶ κατὰ ϲυϲτολὴν ἔνιϲπον.