Ancient Greek
437.569b to 437.573
Aelius Herodianus, Περὶ παθῶν 437.569b-573
Not analysed yet
569b. Men. 26, 3: ὀψέ. οὐδὲν εἰϲ ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ἑ εἰϲ τὸ ῑ ὥϲπερ ἐπὶ τοῦ ὀψιμαθήϲ, ὀψίτυχοϲ, ὀψιτέλεϲτον, ὀψίγονοϲ. —ἤδη μέντοι Αἰολεῖϲ καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ῑ ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο» ἵϲωϲ ἀναλογώτερον, ὡϲ δείκνυται ἐν τῷ περὶ ἐπιρρημάτων. 570a. Choer. 593: λέγει ὁ Ἡρωδιανὸϲ ὅτι δύναταιἔολπα εἶναι ὡϲ ἀπὸ τριϲυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ ο καὶ ϲυϲτολῇ τοῦ η εἰϲ ἕ ἔολπα. 570b. Choer. 548: παραλήγουϲαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενοϲ χωρὶϲ τῶν διϲυλλάβων τῆϲ πέμπτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων τῶν παραληγομένων τὸ ε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ε εἰϲ ᾱ κατὰ 571. E. M. 615, 8, St. B. 483,19: ὁδόϲ παρὰ τὸ ἕω τὸ πέμπω ἑδόϲ καὶ ὁδόϲ ἡ πεπατημένη τρίβοϲ. 572. Eustath. 110, 38: μονῆρεϲ ἐν τοῖϲ θηλυκοῖϲ ἡ χείρ, ἣ κλίνεται διχῶϲ ποτὲ μὲν διὰ τοῦ ε, ποτὲ διὰ τῆϲ εῑ διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶ μετατεθείϲηϲ αὐτῆϲ εἰϲ η, ᾧ μαρτυρεῖ, φηϲίν, Ἀλκμὰν «ἐπ᾿ ἀριϲτερὰ χηρὸϲ ἔχων». 573. E. Or. 124, 27 :οἶδα: εἴδω ἐϲτὶ ῥῆμα βαρύτονον καὶ περιϲπώμενον δηλοῦν τὸ ἐπίϲταμαι· τοῦ εἴδῶ παρακείμενοϲ εἶδα καὶ τροπῇ τοῦ ε εἰϲ ο οἶδα κατ᾿ Αἰολεῖϲ. οὕτωϲ Ἡρωδιανόϲ.