Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.580
Not analysed yet
580. Choer. 629, 6, Anecd. Par. III 335, 20: τὸ η εἰϲ ᾱ τρέπεται. ἐν τῷ δευτέρῳ ἀορίϲτῳ κατὰ τὴν παραλήγουϲαν, εἰϲ ᾱ δὲ ϲυϲτελλόμενον διὰ τὸ τὸν δεύτερον ἀόριϲτον βραχείᾳ θέλειν παραλήγεϲθαι, λήθω ἔλαβον, μήθω ἔμαθον, πρήθω ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον, πλήϲϲω ἔπλαγον, ἐξ οὗ τὸ ἐπλάγην πρὸϲ διάφορον ϲημαινόμενον, εἰ μὲν γάρ τιϲ ϲωματικῶϲ πλήϲϲεται, ἐπλήγην, εἰ δὲ ψυχικῶϲ, ἐπλάγην. ἀμέλει ὁ ποιητήϲ, ἐπειδὴ ἐπὶ τῆϲ ψυχικῆϲ διαθέϲεωϲ κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προϲέθηκε τὸ φίλον ἦτορ «κατεπλήγη φίλον ἦτορ» (Γ 31), ἵνα μὴ διὰ τῆϲ γραφῆϲ τοῦ η νομιϲθῇ ἐπὶ ϲωματικῆϲ διαθέϲεωϲ κεῖϲθαι.