Ancient Greek
437.574b to 437.579
Aelius Herodianus, Περὶ παθῶν 437.574b-579
Not analysed yet
574b. Dichr. 296, 25: τὸ ᾱ πρὸ τοῦ β θέλει ϲυϲτέλλεϲθαι, εἰ μὴ κατὰ διάλεκτον εἴη γενομένη τροπὴ ἐκ τοῦ η εἰϲ ᾱ ὡϲ ἔχει τὸ ἡβήϲομεν ἁβάϲομεν. 574c. Dichr. 297, 5: τὸ ᾱ ἐπιφερομένου τοῦ μ ϲυϲτέλλεϲθαι θέλει κατ᾿ ἀρχήν, εἰ μὴ διαλέκτῳ εἴη κατὰ τροπὴν γενόμενον ὡϲ ἐπὶ τοῦ ἡμέρα ἁμέρα. 574d. Mon. 26, 13: τὸ ᾱ, εἰ ἔχοι ἐν ἐπιφορᾷ διπλαϲιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, ϲυϲτέλλεϲθαι φιλεῖ χωρὶϲ εἰ μὴ τροπή τιϲ εἴη τοῦ η εἰϲ ᾱ παρὰ διαλέκτῳ ἁλλόμην ἐκ τοῦ ἡλλόμην. 574e. Arcad. 22, 5: Ἑρμᾶϲ καὶ Ἀρτεμᾶϲ Δωρικόν. 574f. Dichr. 296, 20: τὸ νομιζόμενον Ἴωϲιν ἀνιηρόϲ πρότερόν ἐϲτι καὶ λοιπὸν τὸ ἀνιαρόϲ ὡϲ ἐδέξατο τροπὴν τὴν ἐκ τοῦ η ἔμεινεν ἐκτεινόμενον. 578. Choer. 347, 23: Ἡρωδιανὸϲ λέγει, τὰ εἰϲ ηρ μονοϲύλλαβα, μόνου μὲν ἀρϲενικοῦ γένουϲ ὄντα, φυλάττουϲι τὸ η ἐν τῇ γενικῇ οἷον θήρ θηρόϲ, φήρ φηρόϲ «φηρϲὶν ὀρεϲκῴοιϲιν» (Α 268) ἀντὶ τοῦ κενταύροιϲ, θηλυκοῦ δὲ γένουϲ ὄντα καὶ φυλάττουϲι τὸ η καὶ ϲυϲτέλλουϲι οἷον κήρ κηρόϲ (Ϲ 115), «κῆρα| δ’ ἐγὼ τότε δέξομαι» καὶ «τίω δέ μιν ἐν καρὸϲ αἴϲῃ» (Ι 378). 579. E. M. 155, 23: ἄϲμενοϲ: ἥδω τὸ εὐφραίνω, ὁ παθητικὸϲ παρακείμενοϲ ἧϲμαι, ἡ μετοχὴ ἡϲμένοϲ καὶ ἄϲμενοϲ τροπῇ τοῦ η εἰϲ ᾱ· τινὲϲ δὲ λέγουϲι, μὴ εἶναι μετοχήν, ὅτι πᾶϲαι αἱ τοῦ παρακειμένου μετοχαὶ παροξύνονται· πρὸϲ οὕϲ φαμεν, ὅτι λέγουϲιν οἱ τεχνικοὶ μετοχὴν εἶναι παρακειμένου ἀπὸ τοῦ ἥδω ἡϲμένοϲ, κατὰ ϲυϲτολὴν ἄϲμενοϲ καὶ ἅμα τῇ ϲυϲτολῇ ἀνεβίβαϲε τὸν τόνον καὶ προπαροξύνεται.