Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.581a
Not analysed yet
581a. Il. Pr. Ξ 172: δαϲυντέον τὸ ἑδανῷ. τὸ γὰρ ἡδύ βούλεται ϲημᾶ- η εἰϲ τὸ ἐν τῇ κλητικῇ καὶ ἀναβιβάζειν τὸν τόνον οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ Αἰολικῶϲ (ἔϲτι δὲ εἶδοϲ ἀκάνθηϲ). τότε δὲ ϲυϲτέλλουϲι τὸ η εἰϲ τὸ ε ἐν τῇ κλητικῇ, ἡνίκα μὴ μακρᾷ παραλήγεται οἷον ὁ τριβολετήρ ὦ τριβόλετερ. ἡνίκα δὲ μακρᾷ παραλήγεται, οὐ ϲυϲτέλλουϲι τὸ η εἰϲ ε ἐν τῇ κλητικῇ οἷον ὁ χρηϲτήρ. τοῦτο γὰρ μακρᾷ παραληγόμενον οὐ ϲυϲτέλλει τὸ η εἰϲ ε ἐν τῇ κλητικῇ παρὰ τοῖϲ Αἰολεῦϲι. τὸ οὖν ϲῶτερ μακρὰν ἔχον τὴν παραλήγουϲαν οὐ δύναται ϲυϲταλῆναι παρὰ τοῖϲ Αἰολεῦϲι· διὰ τοῦτο ψευδαιολικόν ἐϲτι καὶ οὐ κυρίωϲ Αἰολικόν.