Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.582
Not analysed yet
582. Ep. Cr. l 416, 23 (E. M. 777, 46, E. Gud. 541): ὑπεμνήμυκε: «πάντα δ’ ὑπεμνήμυκε» (Χ 491). γίνεται παρὰ τὸ ἠμύω τὸ κατακλίνω ναι. γίνεται τέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ᾱνοϲ παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλουϲ ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡϲ ἀπὸ τοῦ ἄγω ἀγανόϲ, ϲτέγω ϲτεγανόϲ, ἢ ἐκ τῆϲ μακρᾶϲ τῆϲ κατὰ τὰ ῥήματα εἰϲ βραχεῖαν μεθιϲτάμενα, ὡϲ παρὰ τὸ ἵκω ἱκανόϲ καὶ παρὰ τὸ πείθω πιθανόϲ, τρώγω τραγανόϲ, εἴδω ἰδανόϲ· «ϲὰϲ ἰδανὰϲ χάριταϲ» ὁ Καλλίμαχοϲ. οὕτωϲ οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανόϲ γένοιτ’ ἂν τοῦ η εἰϲ ε τραπέντοϲ διὸ δαϲυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωϲαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡϲ ἔφαμεν, τὴν βραχεῖαν ἀϲπάζεται.