Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.582a
Not analysed yet
582a. IL. Pr. Λ 192: ἄλεται: ϲυϲτολὴ ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ. καὶ καταπίπτω, οὖ ὁ παρακείμενοϲ ἤμυκα, ὁ Ἀττικὸϲ ἀναδιπλαϲιαϲμὸϲ ὤφειλεν εἶναι ἠμήμυκα. ἀλλ’ ἐπειδὴ οἱ Ἀττικοὶ παρακείμενοι πάντωϲ ἀπὸ βραχείαϲ ἄρχεϲθαι βούλονται ὡϲ ἐν τῷ ἀρήροκα, ἐλήλυθα, ὀμώμοκα, ἐλήλακα, κἀνταῦθα τὸ η ϲυϲτείλαϲ εἰϲ ε ἐποίηϲε τὸ ἐμήμυκα, ὅπερ ὁ ποιητὴϲ ἴϲωϲ διὰ τὸ μέτρον πλεονάϲαϲ τὸ ν πεποίηκε τὸ ὑπεμνήμυκε, ὥϲτε ἡ μὲν τοῦ η ϲυϲτολὴ εἰϲ τὸ ε διὰ τὸν Ἀττικὸν παρακείμενον γέγονεν ,ἡ δὲ προϲθήκη τοῦ ν τῆϲ ποιητικῆϲ ἕνεκα χρείαϲ.