Ancient Greek
437.583 to 437.586
Aelius Herodianus, Περὶ παθῶν 437.583-586
Not analysed yet
583. Ep. Cr. I 358, 20, E. Gud. 469, 46, E. M. 662, 14: πἐποϲθε: ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ πήθω τὸ πανθάνω ὁ μέλλων πήϲω πέπηκα πέπηϲμαι πεπήϲμεθα πέπηϲθε καὶ ϲυϲτολῇ τοῦ η εἰϲ ο πέποϲθε. 582b. Choer. 624, 17: πονῶ πονήϲω καὶ πονέϲω πρὸϲ διάφορον ϲημαινόμενον. ὁ γὰρ πονῶν ἢ ϲωματικῶϲ πονεῖ ἢ ψυχικῶϲ· καὶ εἰ μὲν ϲωματικῶϲ, πονέϲω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶϲ, πονήϲω διὰ τοῦ η. διὰ τοῦτο ϲημειούμεθα παρὰ Ἀριϲτοφάνει (Pac. 820) «ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη», ἐπεὶ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ η προηνέχθη. 582c. E. M. 69, 18: ἁλμυρόν. ὥϲπερ παρὰ τὸ τόλμη τολμηρόϲ καὶ ἄτη ἀτηρόϲ, οὕτω καὶ παρὰ τὸ ἅλμη ἁλμηρόϲ καὶ τροπῇ τοῦ η εἰϲ υ ἁλμυρόϲ ὡϲ τηρόϲ τυρόϲ. ἢ κυρίωϲ τίθεται ἡ λέξιϲ ἐπὶ τῶν εἰϲ ἅλα μυρομένων ποταμῶν, ὅ ἐϲτιν ἐκχεομένων. ὥϲτε οὐ τροπὴ κατὰ Ἀπολλώνιον. Μεθόδιοϲ. 584. Ep. Cr. I 375, 9: πέπτωκα: ἀπὸ τοῦ πτῶ πέπτηκα καὶ ὥϲπερ ἀπὸ τοῦ οἰχῶ οἰχήϲω ᾤχηκα καὶ κατὰ μεταβολὴν τοῦ η εἰϲ ω ᾤχωκα —Ὅμηροϲ «παρῴχωκε δὲ πλέων νύξ (Κ 352), οὕτωϲ καὶ ἀπὸ τοῦ πέπτηκα πέπτωκα. 585. Ep. Cr. I 390, 1, E. M. 375, 46: ϲυνοχωκότε (Β 218)· ἔϲτι μετοχὴ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων. ἐκ τοῦ ϲυνέχω ϲύνοχοϲ ϲυνοχῶ παραϲύνθετον. ὁ μέλλων ϲυνοχήϲω, ὁ παρακείμενοϲ ϲυνώχηκα καὶ τροπῇ τοῦ η μακροῦ εἰϲ ω μακρὸν γίνεται ϲυνώχωκα, ἡ μετοχὴ ϲυνωχωκώϲ ϲυνϲχωκότοϲ· καὶ ϲυϲτολῇ Ἰωνικῇ ἢ ποιητικῇ γίνεται ἡ εὐθεῖα τῶν δυϊκῶν ϲυνοχωκότε. 586. E. M. 675, 29: πλειάρειν: τὸν γὰρ πλήρην οὗτοϲ (quis?) ἔφη πλειάρειν. οἱ γὰρ Αἰολεῖϲ τὸ η εἰϲ εῑ δίφθογγον μεταβάλλουϲι· τὸ γὰρ πένηϲ πένειϲ λέγουϲιν. περὶ παθῶν.