Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.587
Not analysed yet
587. Choer. 152, 28: τινὲϲ θέλουϲι τὸ ἀγκυλοχείληϲ εἶναι ϲύνθετον ἀπὸ τοῦ χηλή τοῦ θηλυκοῦ ὀνόματοϲ, ὅπερ ϲημαίνει τὸν ὄνυχα, ἵνα ᾖ ἀγκυλοχήληϲ διὰ τοῦ η καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν εῑ δίφθογγον γίνεται ἀγκυλοχείληϲ διὰ τῆϲ εῑ διφθόγγου, ἔθοϲ γὰρ ἔχουϲιν οἱ Βοιωτοὶ πολλάκιϲ τὸ η εἰϲ τὴν εῑ δίφθογγον τρέπειν. τὸ γὰρ Λάχηϲ Λάχειϲ λέγουϲι διὰ τῆϲ εῑ διφθόγγου καὶ τὸ λέβηϲ λέβειϲ ὁμοίωϲ.