Ancient Greek
437.598 to 437.601
Aelius Herodianus, Περὶ παθῶν 437.598-601
Not analysed yet
598. Ep. Cr. I 327, 27. οὐδὲν εἰϲ μᾱ οὐδέτερον ἔχει δύο ο· ἀναλόγωϲ οὖν οἱ Αἰολεῖϲ ὄνυμα λέγουϲιν ὁμοίωϲ τῷ ἔλυμα, ἔρυμα· ἐν τῇ ϲυνθέϲει δὲ τρέπει τὸ πρῶτον ο εἰϲ ω καὶ τὸ δεύτερον ο εἰϲ ῡ ὁμώνυμον· γίνεται δὲ παρὰ τὸ νέμω ῥηματικὸν ὄνομα νόμα τὸ ἐπιμεριζόμενον ἑκάϲτῳ καὶ νέμον τὴν ϲημαϲίαν, προϲόδῳ τοῦ ο ὄνομα. 599. E. M. 280, 6: Διώνυϲοϲ κατ’ ἔκταϲιν ἀεὶ δέ ἐϲτιν ἡ ἔκταϲιϲ (Ἡρωδιανόϲ) παρὰ τῷ ποιητῇ διὰ τοῦ ω μεγάλου καὶ τοῦ υ μακροῦ ὡϲ τὸ «Διωνύϲοιο τιθήναϲ» (Ζ 132) καὶ «Διώνυϲοϲ δὲ φοβηθείϲ» (ibid. 135). 600. St. B. 171, 16. Βιϲτονία: τὸ ἐθνικὸν Βιϲτών τὸ θηλυκὸν Βιϲτονίϲ· ἐκτέταται δὲ καὶ λέγεται Βιϲτωνίϲ διὰ τοῦ ω καὶ Βιϲτώνιοϲ ποιητικῶϲ. 601. Choer. 830, 11: τετριγῶτεϲ παρὰ τῷ ποιητῇ διὰ τοῦ ω ἔχει τὴν παραλήγουϲαν μὴ ὂν κατὰ κρᾶϲιν ἀπὸ γὰρ τοῦ τρίζω ἐνεϲτῶτοϲ γέγο-