Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.601a
Not analysed yet
601a. Mon. 26, 31: δεῦρο: οὐδὲν εἰϲ ο λήγει ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εὕρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν εἰϲ ω ἐν τῷ «ἦ δεύρω μὲν ἕποντο» (Γ 240). παραιτοῦμαι γὰρ τὴν διάφορον ἀνάγνωϲιν. παρὰ δὲ τοῖϲ Αἰολεῦϲι καὶ δεῦρυ διὰ τοῦ ῦ. νεν ὁ παρακείμενοϲ τέτριγα καὶ ἡ μετοχὴ τετριγώϲ τετριγότοϲ διὰ τοῦ ο, ἀλλ’ ὁ ποιητὴϲ διὰ τὸ μέτρον ἐξέτεινε τὸ ο εἰϲ ω καὶ εἶπε τετριγῶταϲ διὰ τοῦ ω.