Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.606
Not analysed yet
606. Choer. 568, 31: τὸ ὑφήφαϲται γέγονε τοῦτον τὸν τρόπον· ἔϲτιν ὑφάζω ὑφάϲω ὕφακα ὕφαϲμαι ὕφαϲται καὶ ὑφύφαϲται Ἀττικῶϲ· ἢ ὑφαίνω ὕφαγκα καὶ ὕφαϲμαι καὶ ὑφύφαϲμαι Ἀττικῶϲ ὥϲπερ μεμόλυμαι μεμόλυϲμαι καὶ μεμίαμαι μεμίαϲμαι καὶ ἐκεῖθεν ὕφαϲται καὶ ὑφύφαϲται ὁ Ἀττικὸϲ παρακείμενοϲ. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸϲ παρακείμενοϲ ἔχειν ἐν τῇ α΄καὶ β΄ ϲυλλαβῇ τὸ αὐτὸ ϲτοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθηϲε τοῦ υ εἰϲ τὸ η ἐνταῦθα, ἐπειδὴ πολλάκιϲ τὸ η εἰϲ τὸ υ τρέπεται οἷον ἅλμη ἁλμυρόϲ.