Ancient Greek
437.604a to 437.605
Aelius Herodianus, Περὶ παθῶν 437.604a-605
Not analysed yet
604a. Arcad. 126, 23: τὸ κατὰ διάλεκτον τροπῇ γινόμενον βῶϲ ἀπὸ τοῦ βοῦϲ βοόϲ περιϲπᾶται. 604b. Mon. 7, 26: Ἀλκαῖοϲ εἰϲ ω ἀποφαίνεται τὸ ὄνομα (sc. οὐρανόϲ) ὠρανόϲ λέγων κατὰ τροπὴν τῆϲ ου διφθόγγου εἰϲ τὸ ω. 605. E. M. 464, 34: ὁ Ἡρωδιανὸϲ λέγει τὸ ἰαύω παρὰ τὸ αὔω· τούτου ὁ ἀόριϲτοϲ αὖϲα καὶ διαλύϲει καὶ τροπῇ τοῦ ῡ εἰϲ ε γίνεται ἄεϲα οἷον «πολλὰϲ γὰρ δὴ νύκταϲ ἀεικελίῳ ἐνὶ κοίτῃ Ἄεϲα» (τ 342) καὶ τὸ πληθυντικὸν ἀέϲαμεν ὥϲπερ καὶ τὸ αὔξεται ἀέξεται.