Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.632a
Not analysed yet
632a. Choer. 589, Cram. An. Ox. III 398: κατὰ τὸν Ἡρωδιανὸν ἔδει ἀπὸ τοῦ δείδω εἶναι δέδοιδα τὸν μέϲον παρακείμενον· ἀλλὰ διὰ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι (τὸ γὰρ τοιοῦτο ψελλιϲμῷ, φηϲίν, ὑποπίπτει) ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰϲ τ οἷον φάθι ἀντὶ τοῦ εἰπέ ὡϲ παῤ Ἀριϲτοφάνει ἐν Ἱππεῦϲι (23) «αὐτὸ φάθι».