Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.638
Not analysed yet
638. Choer. 884, 6: ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸϲ πρῶτοϲ ἀόριϲτοϲ, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ δαϲέοϲ θ τροπὴ παρηκολούθηϲε τοῦ πρώτου θ εἰϲ τ καὶ γέγονεν ἐτέθην ὥϲπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. εἰ δέ τιϲ εἴποι, διατί γὰρ τὸ πρῶτον θ ἐτράπη καὶ μὴ τὸ τελευταῖον λέγομεν ὅτι οὐκ ἠδύνατο τὸ τελευταῖον θ τραπῆναι, ἐπειδὴ ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ παθητικὸϲ εἰϲ θην θέλει λήγειν οἷον ἐτύφθην.