Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.643
Not analysed yet
643. E. M. 274, 45: Διθύραμβοϲ ὁ Διόνυϲοϲ· ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου· ὅτι ἐν διθύρῳ ἄντρῳ τῆϲ Νύϲϲηϲ ἐτράφη· καὶ ὁμωνύμωϲ τῷ θεῷ ὁ εἰϲ αὐτὸν ὕμνοϲ· ἢ ἀπὸ τοῦ δύο θύραϲ βαίνειν, τήν τε κοιλίαν τῆϲ μητρὸϲ Ϲεμέληε καὶ τὸν μηρὸν τοῦ Διόϲ ἀπὸ τοῦ δὶϲ τετέχθαι, ἅπαξ μὲν ἀπὸ τῆϲ μητρόϲ, δεύτερον δὲ ἀπὸ τοῦ μηροῦ τοῦ Διόϲ, ἵν᾿ ᾖ ὁ δὶϲ θύραζε βεβηκώϲ. Πίνδαροϲ δέ φηϲι λυθίραμβον· καὶ γὰρ Ζεὺϲ τικτομένου αὐτοῦ ἐπεβόα «λῦθι ῥάμμα, λῦθι ῥάμμα», ἵν᾿ ᾖ λυθίραμμοϲ καὶ διθύραμβοϲ κατὰ τροπὴν καὶ πλεοναϲμόν. Ἡρωδιαν νὸϲ δέ φηϲι τὰ προϲτακτικὰ μὴ ϲυντίθεϲθαι.