Ancient Greek
437.653 to 437.660a
Aelius Herodianus, Περὶ παθῶν 437.653-660a
Not analysed yet
653. E. M. 76, 39: ἀμαλή ἡ ἁπαλή· ἡ δὲ λέξιϲ Μακεδόνων· ἔϲτι δὲ ἁπαλή καὶ τροπῇ ἀμαλὴ παῖϲ καὶ ἀμαλόν ἀμαλῶϲ ἁπαλόν ἁπαλῶϲ 654. Ep. Cr. I 66, 23: ϲημειώδηϲ ἡ ἀμφί, ὅτι μόνη ἔχει δαϲὺ ϲύμφωνον, διόπερ οἱ Αἰολεῖϲ ἀμπί λέγουϲι διὰ τοῦ ψιλοῦ, τὸ ὀφειλόμενον πνεῦμα ἀποδιδόντεϲ· εὕρηται δὲ καὶ ἐν ϲυνθέϲει τὸ π ἔχουϲα παρὰ Ἀττικοῖϲ ἀμπεχόνη, ἀμπίϲχουϲα «ἀμέλει ταδί μοι πρῶτ’ἀμπίϲχου λαβών». 655. Eustath. 561, 12: τροπὴ τοῦ ψιλοῦ εἰϲ δαϲὺ καὶ ἐν τῷ κεκαφηώϲ γίνεται κατὰ Ἡρωδιανόν. 656. Ep. Cr. I 353, 24 (An. Per. III 331, 14): οἱ Αἰολεῖϲ τὸ πτ εἰϲ δύο ϲϲ μετατιθέαϲι· τὸ γὰρ νίπτω νίϲϲω λέγουϲι καὶ τὸ ὄπτω ὄϲϲω. 657. Ep. Cr. l 129, 6: ἀπομόρξατο. ἀπομόργω ἐϲτὶν ἐνεϲτὼϲ ἐκ τοῦ ἀμέργω τὸ ἐκπιέζω μεταθέϲει τοῦ ρ εἰϲ λ ἀμέλγω καὶ ἀμολγόϲ. 658. E. M. 500, 48: κεκορυϲμένοϲ: ὁ παθητικὸϲ παρακείμενοϲ κεκόρυϲμαι, ἡ μετοχὴ κεκορυϲμένοϲ καὶ οἱ Ἀττικοὶ τρέπουϲι τὸ ϲ εἰϲ θ, τὸ κλαυϲμόϲ κλαυθμόϲ λέγοντεϲ καὶ τὸ ἀριϲμόϲ ἀριθμόϲ. 659. Eustath. 114, 15, Favorin. 429, 18: Ἡρωδιανὸϲ λέγει, ὅτι τέτραπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει. ἐκεῖνοι γάρ, φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ. οὕτωϲ οὖν, φηϲί, καὶ μάρ τυϲ μάρτυρ, ἀφ᾿ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι. 660. St. B. 659, 20: Φάρϲαλοϲ πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Φαρϲάλιοϲ. λέγεται καὶ Φαρράλιοϲ διὰ δύο ρρ ὡϲ Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρηϲ». 661. E. M. 685, 23: τὸ ποτί τὴν πρόϲ πρόθεϲιν ϲημαίνει Δωρικῶϲ. ἡ γὰρ πρόϲ κατ’ ἐπέκταϲιν προϲί ὡϲ ἐν ἐνί (ἀναλόγωϲ· παρέπεται γὰρ ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὐξάνεϲθαι) καὶ τροπῇ Δωρικῇ τοῦ ϲ εἰϲ τ καὶ ἀποβολῇ τοῦ ρ ποτί ὥϲπερ ϲοί τοί. 662. E. M. 335, 37: τὰ δύο ϲϲ εἰϲ ζ τρέπουϲιν Αἰολεῖϲ. τὸ γὰρ ἐπιπλήϲϲω ἐπιπλάζω. Ϲαπφώ «τὸν δ᾿ ἐπιπλάζοντα ἄνεμοι φέροιεν (fr. 18 Βergk ). 660a. Arcad. 9, 6: τὸ ἄρρην Ἀττικῶϲ ἀπὸ τοῦ ἄρϲην γέγονεν.