Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.677
Not analysed yet
677. Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν διὰ τοῦ ᾱ ἐχόντων τὴν παραλήγουϲαν μακρὰν ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ· ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, τὸ γὰρ ᾱ ϲυνεϲταλμένον ἐϲτίν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ. Εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ ᾱ οἷον ὡϲ παρὰ Παρθενίῳ «ἵλαοϲ, ὤ ὑμέναιε» (Mein. p. 286) γίνεται παρὰ τοῖϲ Ἀθηναίοϲ διὰ τοῦ ἑ καὶ ω οἷον ἵλεωϲ, λέγομεν ὅτι τὸ ἵλαοϲ μᾶλλον ἐκτείνει τὸ ᾱ (ϲπάνιον γὰρ τὸ ἐν ϲυϲτολῇ εὑριϲκόμενον) καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖϲ Ἀθηναίοιϲ ἵλεωϲ· ὅτι γὰρ ἐκτείνει τὸ ᾱ, ἐδήλωϲε Παρθένιοϲ ἐν τῷ Βίαντι εἰπών Ἵλαοϲ ταύτην δέχνυϲο πυρκαιήν (Mein. p. 262). ἔϲτι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνοϲ Δημοϲθένει ὁμοίωϲ ἐκτεταμένον εὑρίϲκεται οἷον «δαίμονοϲ ἱλάοιο» (Mein. p. 45).