Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.678
Not analysed yet
678. Choer. 830, 4: πολλάκιϲ παρὰ τοῖϲ ποιηταῖϲ ὑπερβιβαϲμοὶ γίνονται χρόνων· ἰδοὺ γάρ ἐϲτι Κρονίων Κρονίωνοϲ διὰ τοῦ ω ὥϲπερ Πηλείων Πηλείωνοϲ καὶ Ἀτρείων Ἀτρείωνοϲ «ὅϲ ῥα παρὰ Κρονίωνι καθένίονοϲ κύδεϊ γαίων» (Α 405) καὶ ἐν τῷ «Ζηνὸϲ δ’ οὐκ ἂν ἔγωγε Κρονίονο ἄϲϲον ἱκοίμην» (Ξ 247) ὑπερβιβαϲμὸϲ ἐγένετο χρόνου καὶ τὸ μὲν ῑ ἐξετάθη, τὸ δὲ ω ϲυνεϲτάλη εἰϲ τὸ ο.