Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.679
Not analysed yet
679. Choer. 599, 3: ἰϲτέον ὅτι ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν ὑπερ βιβαϲμὸν ἀνεδέξαντο τοῦ χρόνου. ἔϲτι γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἔολπα καὶ ἔοργα καὶ ἔοικα καὶ λοιπὸν ὁ ὑπερϲυντέλικοϲ ὤφειλεν εἶναι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβαϲμὸν τοῦ χρόνου γεγόναϲι ταῦτα, ἐώλπειν, ἐώργειν, ἐῴκειν τῆϲ πρώτηϲ ϲυλλαβῆϲ ϲυϲταλείϲηϲ εἰϲ τὸ ε, τῆϲ δὲ δευτέραϲ ἐκταθείϲηϲ εἰϲ τὸ ω ὥϲπερ ἐπὶ τοῦ ἑορτάζω ἑώρταζον γέγονε· τούτου ὁ παρατατικὸϲ ὤφειλεν εἶναι ἡόρταζον καὶ γέγονε κατὰ ὑπερβιβαϲμὸν τοῦ χρόνου ἑώρταζον.