Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.681
Not analysed yet
681. Ep. Cr. I 396, 31: τάφοϲ: ὁ ἐπὶ τῶν νεκρῶν γίνεται μὲν παρὰ τὸ θάποϲ μεταβολῇ τοῦ ψιλοῦ εἰϲ δαϲὺ καὶ τοῦ δαϲέοϲ εἰϲ ψιλόν. γίνεται δὲ παρὰ τὸ θάπτω καὶ ὤφειλεν εἶναι θάποϲ ὡϲ κόπτω κόποϲ, ἀλλ᾿ ὑπερβιβαϲμὸϲ γέγονε καὶ ἐναλλαγὴ ϲτοιχείων Ἰωνική· καὶ τάφοϲ δέ, ὃ ϲημαίνει τὴν κατάπληξιν οἷον «τάφοϲ δ’ ἕλε πάνταϲ Ἀχαιούϲ» (φ 122) παρὰ τὸ θήπω γενόμενον ῥῆμα ἔδει εἶναι θάποϲ ἔθαπον γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ· ἀλλ᾿ Ἰωνικῶϲ ἀνέϲτρεψε τὰ ϲτοιχεῖα. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐνταῦθα καὶ ἐντεῦθεν. τὸ μὲν παρὰ τὸ ἔνθα καὶ ὤφειλεν εἶναι ἐνθαῦτα, τὸ δὲ παρὰ τὸ ἔνθεν καὶ ὤφειλεν ἐνθεῦτεν. Ἴωϲι δὲ ϲύνηθεϲ τὰ μὲν παρ’ ἡμῖν ψιλὰ εἰϲ δαϲέα μεταβάλλειν καὶ ἔμπαλιν τὰ δαϲέα εἰϲ ψιλά.