Ancient Greek
437.682 to 437.684
Aelius Herodianus, Περὶ παθῶν 437.682-684
Not analysed yet
682. Ep. Cr. I 173, 21: ἕρδοι «μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι (Ξ 261) 681a. Choer. Orth. 213, 30: ἀπὸ τοῦ ἐννέα γέγονεν ἐννεάκοντα καὶ. καθ’ ὑπερβιβαϲμὸν ἐνενάκοντα, καὶ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται οἷον ἐξήκοντα καὶ ἑβδομήκοντα καὶ ὀγδοήκοντα, τούτου χάριν ἐκείνων τρεψάντων τὸ ᾱ εἰϲ η, ἔτρεψε καὶ τοῦτο καὶ γέγονεν ἐνενήκοντα. 681b. E. Or. 117, 30: ὀθνεῖον: ὑπέρθεϲιϲ ϲτοιχείου. ὡϲ ἄριϲτοϲ ἀριϲτεῖον, νόθοϲ νοθεῖον, μεταθέϲει τοῦ ν ὀθνεῖον. 682a. Ep. Cr. I 383, 27 (E. M. 134, 8): ὁ ἄρ ϲύνδεϲμοϲ οὐκ ἔϲτιν ἐκ παρὰ τὸ ῥέζω ὑπερθέϲει τοῦ ε καὶ τροπῇ τοῦ ζ εἰϲ δ ἕρδω· γίνεται δὲ ὑπέρθεϲιϲ ὥϲπερ ϲπείρω ϲπόριον ὄϲπριον, νόθοϲ νοθεῖον ὀθνεῖον· μείρω μέμαρκα μέμορε ἔμμορε. 683. E. M. 379, 31: ἔροτιϲ ἡ ἑορτή. ὡϲ γὰρ παρὰ τὸ κάλπη κάλπιϲ καὶ φήμη φῆμιϲ, οὕτω καὶ παρὰ τὸ ἑορτή παρώνυμον ἔροτιϲ ὡϲ αὐλή αὐλίϲ. 684. Ep. Cr. I 71, 28: τὸ ἄγρει ἐϲτὶν ὡϲ προϲτακτικὸν ἐπίρρημα καὶ πληθυντικὸν ἀγρεῖτε φαϲὶ καὶ ὁ ποιητήϲ «ἀγρεῖθ᾿ αἱ μὲν δῶμα κορήϲατε» (υ 149). ὁ δέ γε Ἀντίμαχοϲ ἀργεῖτε ἔφη ὑπερβιβάϲαϲ τὸ ρ.