Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.685
Not analysed yet
685. E. Gud. 301, 6 (E. M. 492, 38): κάρρων οἷον ναὶ κάρρων βῶϲ» τρίτοϲ τύποϲ ἐϲτὶ τῶν ϲυγκριτικῶν. ὡϲ γὰρ παρὰ τὸ βαθύϲ γίνεται βαθύτεροϲ βαθίων, ὁ τρίτοϲ τύποϲ βάϲϲων, ἔνθεν παῤ Ἐπιχάρμῳ «βάϲϲον τὸ χωρίον». ἐλαχύϲ ἐλαχίων ἐλάχιϲτοϲ, ἐλάϲϲων, ταχύτεροϲ ταχίων τάχιϲτοϲ ὁ τρίτοϲ τύποϲ τάϲϲων καὶ θάϲϲων, βραχύϲ βραχύτεροϲ, βραχίων βράϲϲων, ὅπερ ϲυνεμπίπτει τῷ ἀπὸ τοῦ βραδύϲ διὰ τὸ ἀμαυρῶϲαι τὸ ϲύμφωνον, γλυκύϲ γλυκύτεροϲ γλυκίων γλύκιϲτοϲ ὁ τρίτοϲ τύποϲ γλύϲϲων. κέχρηται δὲ Ξενοφάνηϲ τῷ ὀνόματι οἷον «γλύϲϲονα ϲῦκα» καὶ πάλιν παχύϲ παχύτεροϲ παχίων πάχιϲτοϲ ὁ τρίτοϲ τύποϲ πάϲϲων «μείζονά τ᾿ εἰϲιδέειν καὶ πάϲϲονα» (ζ 230) ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν μακρότεροϲ οἷον μῆκοϲ μηκίων μήκιϲτοϲ ὁ τρίτοϲ τύποϲ μάϲϲων οἷον «τοϲϲοῦτον ὀΐομαι ἢ ἔτι μάϲϲον» (θ 203) ἀντὶ τοῦ μακρότερον. οὕτωϲ οὖν καὶ κρατύϲ κρατύτεροϲ κρατίων κράτιϲτοϲ ὁ τρίτοϲ τύποϲ κράϲϲβν, ὑπερθέϲει κάρϲων καὶ κάρρων ὡϲ ἡ μυρϲίνη μυρρίνη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν. τοῦ ῥά· ὁ γὰρ ῥά ἐγκλιτικόϲ ἐϲτι καὶ ὑποτακτικόϲ, ὁ δὲ ἄρ οὐκ ἔϲτιν ἐγκλιτικόϲ.