Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.698
Not analysed yet
698. E. M. 276, 21: δίκρον καὶ δίκροον τὸ δίκρανον ξύλον. Ἀριϲτοφάνηϲ «δικροῖϲ ἐώθουν τὴν θεὸν κεκράγμαϲιν» (fr. 637 Dind.) . Καλλίμαχοϲ «δίκρον φίλτρον ἀειραμένη». εἴρηται, ὅτι δίκαρόν τι ἐϲτι, τὸ δύο ἄκραϲ καὶ δύο κάρη ἔχον καὶ κατὰ ϲυγκοπὴν δίκρον. Ἀπολλώνιοϲ δὲ ἀπὸ τοῦ δικάρανόν φηϲι ϲυγκεκόφθαι. Ἀλέξανδροϲ δὲ ὁ τοῦ Ἀϲκλη-πιάδου ἐν τῷ ι΄ τῶν παντοδαπῶν παρὰ τὸ κόροϲ, ὃ ϲημαίνει τὸν κλάδον, ἔνθεν καὶ κορυθαλίϲ ἡ δάφνη λέγεται καὶ κορεῖν τὸ τοῖϲ κλάδοιϲ ϲαροῦν. ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέραϲ, ὃ δὴ καὶ κέροϲ, ἵν᾿ ᾖ δίκεροϲ καὶ ὑπερθέϲει δίκρεοϲ καὶ τροπῇ τοῦ ἕ εἰϲ ο δίκροοϲ.