Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.699
Not analysed yet
699. E. M. 515, 19: Κρῖϲα πόλιϲ τῆϲ Φωκίδοϲ. ἀπὸ τούτου λέγουϲι Κριϲαῖον κόλπον καὶ Ὅμηροϲ «Κρῖϲάν τε ζαθέην» (B 520). ὑπερθέϲει γίνεται Κίρϲα καὶ ἀντιθέϲει τοῦ ϲ εἰϲ ρ Κίρρα ὡϲ χερϲόνηϲοϲ χερρόνηϲοϲ. Λεωκρίνηϲ δὲ ἡγεῖται δύο εἶναι πόλειϲ, ἄλλην τὴν Κρῖϲαν καὶ ἄλλην τὴν Κίρραν. ἀντείρηται δὲ ὑπὸ πολλῶν. οὔτε γὰρ γεωγράφων εἰπέ τιϲ πόλειϲ δύο διαφόρουϲ, ἀλλ’ οὐδὲ τῶν περιηγητῶν. μόνοϲ δὲ. αὐτὸϲ καὶ τοῦτο διὰ ἄγνοιαν τοῦ πάθουϲ· ὅθεν ἱϲτορίαν δίδωϲι διεψευϲμένην. ἡ αὐτὴ οὖν Κρῖϲα καὶ Κίρρα. περὶ παθῶν.