Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.703
Not analysed yet
703. St. B. 528, 10. Πνύξ τὸ παῤ Ἀθηναίοιϲ δικαϲτήριον, περὶ οὗ φηϲιν Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν οὕτωϲ· ἔϲτιν πύκνη πύκν· οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰϲ ξ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνόϲ «τῆϲ πυκνὸϲ τὰϲ ἡνίαϲ» (Arist. Eqq. 1109) καὶ πυκνί τοῦ λίθου τοῦ ’ν τῇ πυκνί» (Arist. Pac. 680) καὶ πύκνα.