Ancient Greek
437.704 to 437.706
Aelius Herodianus, Περὶ παθῶν 437.704-706
Not analysed yet
704. E. M. 76, 52: ἀμάνδαλον τὸ ἀφανὲϲ παρὰ Ἀλκαίῳ. ἀμαλδύνω ἀμάλδανον τὸ ἀφανὲϲ καὶ ἀφανιζόμενον· καὶ ὑπερθέϲει ἀμάνδαλον. 705. E. M. 596, 32: μέταϲϲαι: ἡγοῦντο πάντεϲ τοῦτο εἶναι μέϲϲαται καὶ ἐν ὑπερθέϲει μέταϲϲαι ὥϲτε εἶναι μεταξύ τιναϲ. δύναται δὲ καὶ οὕτωϲ ὡϲ ἐπίϲϲαϲ λέγεϲθαι Ἰωνικῶϲ παῤ Ἑκαταίῳ. ἔϲτιν ἔπιϲϲαι αἱ ἐπιγενόμεναι τοῖϲ προγόνοιϲ. ὡϲ οὖν ἐπί ἔπιϲϲαι, οὕτω μετά μέταϲϲαι. 703a. Cram. An. Ox. III 263, 24: ἔμμορε Ζηνόβιοϲ καὶ Ἡρωδιανὸϲ οὕτω κανονίζουϲι· μείρω μερῶ, ὁ μὲν παρακείμενοϲ μέμορα καὶ ἐν ὑπερθέϲει τοῦ μ ἔμμορα. 706. E. M. 83, 42: Ϲιμωνίδηϲ τὸν ἀριθμόν ἀμιθρόν εἶπε καθ’ ὑπέρθεϲιν. ἐκ δὲ τοῦ ἀμιθρόϲ ἀμιθρῶ ἀμιθρήϲω ἀμιθρῆϲαι τὸ ἀριθμῆϲαι.