Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.707
Not analysed yet
707. E. M. 99, 13: ἀναρριχᾶϲθαι: ϲημαίνει τὸ ἀναδίδοϲθαι τὸ ὕδωρ καὶ οἱονεὶ τρόπον ἀράχνηϲ τοῖϲ ποϲὶ καὶ χερϲὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸϲ τὸ πρόϲαντεϲ. ἀραχνιῶ ἀραχνιᾶϲθαι καὶ ἀναρριχᾶϲθαι ταὐτόν ἐϲτιν. οὕτω τεχνικὸϲ ὁ ἀνήρ. οὐ κλίνεται δὲ ὁ παρατατικὸϲ ἠναρριχώμην, ἀλλ’ ἀνηρριχώμην. εὑρίϲκεται δὲ καὶ χωρὶϲ τῆϲ ᾱν ϲυλλαβῆϲ παῤ Ἱππώνακτι ἀρριχῶμαι. ἄλλωϲ οὖν ἐϲχημάτιϲται. ἄρριχοϲ λέγεται ὁ κόφινοϲ, ἐν ᾧ κομίζουϲι τοὺϲ βότρυϲ. ἐξ αὐτοῦ ἀρριχῶ καὶ ἀναρριχῶ. ἀλλ᾿ οὖν γε οὕτω κρεῖττόν ἐϲτιν ἀρριχᾶϲθαι καὶ ἀναρριχᾶϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν.