Ancient Greek
Paragraph 437
Aelius Herodianus, Περὶ παθῶν 437.711
Not analysed yet
711. E. M. 106, 23: ἀνήγκακα: ἰϲτέον ὅτι βάρβαρόν ἐϲτιν οὐχ εὑριϲκόμενον παῤ Ἕλληϲιν ἐν χρήϲει, ὡϲ λέγει Ἡρωδιανόϲ. μόνῃ γὰρ τῶν Ἀλεξανδρέων δημώδει ϲυνηθείᾳ εὑρίϲκεται. λέγουϲι δέ τινεϲ Ἀττικὸν εἶναι· ὅπερ οὐκ ἔϲτιν. οὐ γὰρ ἔχει ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ ϲυλλαβῇ τὸ αὐτὸ ϲύμφωνον. γίνεται δὲ ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάϲω ἠνάγκακα καὶ καθ’ ὑπερβιβαϲμὸν ἀνήγκακα. δύναται καὶ ϲύνθετον εἶναι ἀπὸ τοῦ ἀγκάζω τὸ ταῖϲ ἀγκάλαιϲ λαμβάνω καὶ ἐκ τούτου ἀγκάϲω ἤγκακα καὶ μετὰ τῆϲ ἀνά προθέϲεωϲ ἀνήγκακα.